chapter 07


Jesus’ Brothers Disbelieve - The Heavenly Scholar - Could This Be the Christ? - Jesus and the Religious Leaders - The Promise of the Holy Spirit - Who Is He? - Rejected by the Authorities








Κατά Ιωάννην,  κεφάλαιον 7ο  

7:1 Καὶ περιεπάτει ὁ ᾿Ιησοῦς  μετὰ ταῦτα  ἐν τῇ Γαλιλαίᾳ·  οὐ γὰρ ἤθελεν  ἐν τῇ ᾿Ιουδαίᾳ περιπατεῖν,  ὅτι ἐζήτουν αὐτὸν  οἱ ᾿Ιουδαῖοι  ἀποκτεῖναι.  

7:2 ἦν δὲ ἐγγὺς  ἡ ἑορτὴ τῶν ᾿Ιουδαίων  ἡ σκηνοπηγία.  

7:3 εἶπον οὖν  πρὸς αὐτὸν  οἱ ἀδελφοὶ αὐτοῦ·  μετάβηθι ἐντεῦθεν  καὶ ὕπαγε  εἰς τὴν ᾿Ιουδαίαν,  ἵνα καὶ οἱ μαθηταί σου  θεωρήσωσι τὰ ἔργα σου  ἃ ποιεῖς·  

7:4 οὐδεὶς γὰρ  ἐν κρυπτῷ  τι ποιεῖ  καὶ ζητεῖ αὐτὸς  ἐν παρρησίᾳ εἶναι.  εἰ ταῦτα ποιεῖς,  φανέρωσον σεαυτὸν  τῷ κόσμῳ.  

7:5 οὐδὲ γὰρ  οἱ ἀδελφοὶ αὐτοῦ  ἐπίστευον  εἰς αὐτόν.  

7:6 λέγει οὖν αὐτοῖς  ὁ ᾿Ιησοῦς·  ὁ καιρὸς ὁ ἐμὸς  οὔπω πάρεστιν,  ὁ δὲ καιρὸς ὁ ὑμέτερος  πάντοτέ  ἐστιν ἕτοιμος.  

7:7 οὐ δύναται ὁ κόσμος  μισεῖν ὑμᾶς·  ἐμὲ δὲ μισεῖ,  ὅτι ἐγὼ μαρτυρῶ  περὶ αὐτοῦ  ὅτι τὰ ἔργα αὐτοῦ  πονηρά ἐστιν.  

7:8 ὑμεῖς ἀνάβητε  εἰς τὴν ἑορτὴν ταύτην·  ἐγὼ οὔπω ἀναβαίνω  εἰς τὴν ἑορτὴν ταύτην,  ὅτι ὁ καιρὸς ὁ ἐμὸς  οὔπω πεπλήρωται.  

7:9 ταῦτα δὲ  εἰπὼν αὐτοῖς  ἔμεινεν  ἐν τῇ Γαλιλαίᾳ.  

7:10 ῾Ως δὲ ἀνέβησαν  οἱ ἀδελφοὶ αὐτοῦ,  τότε  καὶ αὐτὸς ἀνέβη  εἰς τὴν ἑορτήν,  οὐ φανερῶς,  ἀλλ᾽ ὡς ἐν κρυπτῷ.  

7:11 οἱ οὖν ᾿Ιουδαῖοι  ἐζήτουν αὐτὸν  ἐν τῇ ἑορτῇ  καὶ ἔλεγον·  ποῦ ἐστιν ἐκεῖνος;  

7:12 καὶ γογγυσμὸς πολὺς  περὶ αὐτοῦ  ἦν ἐν τοῖς ὄχλοις.  οἱ μὲν ἔλεγον  ὅτι ἀγαθός ἐστιν·  ἄλλοι ἔλεγον,  οὔ,  ἀλλὰ πλανᾷ  τὸν ὄχλον.  

7:13 οὐδεὶς μέντοι  παρρησίᾳ ἐλάλει  περὶ αὐτοῦ  διὰ τὸν φόβον  τῶν ᾿Ιουδαίων.  

7:14 ῎Ηδη δὲ  τῆς ἑορτῆς μεσούσης  ἀνέβη ὁ ᾿Ιησοῦς  εἰς τὸ ἱερὸν  καὶ ἐδίδασκε.  

7:15 καὶ ἐθαύμαζον  οἱ ᾿Ιουδαῖοι  λέγοντες·  πῶς οὗτος γράμματα οἶδε  μὴ μεμαθηκώς;  

7:16 ἀπεκρίθη οὖν αὐτοῖς  ὁ ᾿Ιησοῦς  καὶ εἶπεν·  ἡ ἐμὴ διδαχὴ  οὐκ ἔστιν ἐμή,  ἀλλὰ τοῦ πέμψαντός με·  

7:17 ἐάν τις θέλῃ  τὸ θέλημα αὐτοῦ ποιεῖν,  γνώσεται περὶ τῆς διδαχῆς,  πότερον ἐκ τοῦ Θεοῦ ἐστιν  ἢ ἐγὼ ἀπ᾽ ἐμαυτοῦ λαλῶ.  

7:18 ὁ ἀφ᾽ ἑαυτοῦ λαλῶν  τὴν δόξαν τὴν ἰδίαν  ζητεῖ,  ὁ δὲ ζητῶν  τὴν δόξαν  τοῦ πέμψαντος αὐτόν,  οὗτος ἀληθής ἐστι,  καὶ ἀδικία ἐν αὐτῷ  οὐκ ἔστιν.  

7:19 οὐ Μωϋσῆς  δέδωκεν ὑμῖν  τὸν νόμον;  καὶ οὐδεὶς  ἐξ ὑμῶν  ποιεῖ τὸν νόμον.  τί με ζητεῖτε ἀποκτεῖναι;  

7:20 ἀπεκρίθη ὁ ὄχλος  καὶ εἶπε·  δαιμόνιον ἔχεις·  τίς σε ζητεῖ ἀποκτεῖναι;  

7:21 ἀπεκρίθη ᾿Ιησοῦς  καὶ εἶπεν αὐτοῖς·  ἓν ἔργον ἐποίησα,  καὶ πάντες θαυμάζετε  διὰ τοῦτο.  

7:22 Μωϋσῆς δέδωκεν ὑμῖν  τὴν περιτομήν,  οὐχ ὅτι ἐκ τοῦ Μωϋσέως ἐστίν,  ἀλλ᾽ ἐκ τῶν πατέρων,  καὶ ἐν σαββάτῳ  περιτέμνετε ἄνθρωπον.  

7:23 εἰ περιτομὴν  λαμβάνει ἄνθρωπος  ἐν σαββάτῳ  ἵνα μὴ λυθῇ  ὁ νόμος Μωϋσέως,  ἐμοὶ χολᾶτε  ὅτι ὅλον ἄνθρωπον  ὑγιῆ ἐποίησα  ἐν σαββάτῳ!  

7:24 μὴ κρίνετε  κατ᾽ ὄψιν,  ἀλλὰ τὴν δικαίαν κρίσιν κρίνατε.  

7:25 ῎Ελεγον οὖν τινες  ἐκ τῶν ῾Ιεροσολυμιτῶν·  οὐχ οὗτός ἐστιν  ὃν ζητοῦσιν  ἀποκτεῖναι;  

7:26 καὶ ἴδε  παρρησίᾳ λαλεῖ,  καὶ οὐδὲν αὐτῷ λέγουσι.  μήποτε ἀληθῶς  ἔγνωσαν οἱ ἄρχοντες  ὅτι οὗτός ἐστιν  ἀληθῶς  ὁ Χριστός;  

7:27 ἀλλὰ τοῦτον οἴδαμεν  πόθεν ἐστίν·  ὁ δὲ Χριστὸς  ὅταν ἔρχηται,  οὐδεὶς γινώσκει  πόθεν ἐστίν.  

7:28 ἔκραξεν οὖν  ἐν τῷ ἱερῷ  διδάσκων ὁ ᾿Ιησοῦς  καὶ λέγων·  κἀμὲ οἴδατε,  καὶ οἴδατε  πόθεν εἰμί·  καὶ ἀπ᾽ ἐμαυτοῦ  οὐκ ἐλήλυθα,  ἀλλ᾽ ἔστιν ἀληθινὸς  ὁ πέμψας με,  ὃν ὑμεῖς  οὐκ οἴδατε·  

7:29 ἐγὼ οἶδα αὐτόν,  ὅτι παρ᾽ αὐτοῦ εἰμι  κἀκεῖνός με ἀπέστειλεν.  

7:30 ᾿Εζήτουν οὖν αὐτὸν πιάσαι,  καὶ οὐδεὶς ἐπέβαλεν  ἐπ᾽ αὐτὸν τὴν χεῖρα,  ὅτι οὔπω ἐληλύθει  ἡ ὥρα αὐτοῦ.  

7:31 πολλοὶ δὲ  ἐκ τοῦ ὄχλου  ἐπίστευσαν εἰς αὐτὸν  καὶ ἔλεγον  ὅτι ὁ Χριστὸς  ὅταν ἔλθῃ,  μήτι πλείονα σημεῖα  τούτων  ποιήσει  ὧν οὗτος ἐποίησεν;  

7:32 ἤκουσαν οἱ Φαρισαῖοι  τοῦ ὄχλου  γογγύζοντος  περὶ αὐτοῦ  ταῦτα,  καὶ ἀπέστειλαν ὑπηρέτας  οἱ Φαρισαῖοι  καὶ οἱ ἀρχιερεῖς  ἵνα πιάσωσιν αὐτόν.  

7:33 εἶπεν οὖν ὁ ᾿Ιησοῦς·  ἔτι μικρὸν χρόνον  μεθ᾽ ὑμῶν εἰμι  καὶ ὑπάγω  πρὸς τὸν πέμψαντά με.  

7:34 ζητήσετέ με  καὶ οὐχ εὑρήσετε·  καὶ ὅπου εἰμὶ ἐγώ,  ὑμεῖς οὐ δύνασθε ἐλθεῖν.  

7:35 εἶπον οὖν οἱ ᾿Ιουδαῖοι  πρὸς ἑαυτούς·  ποῦ οὗτος μέλλει πορεύεσθαι,  ὅτι ἡμεῖς οὐχ εὑρήσομεν αὐτόν;  μὴ εἰς τὴν διασπορὰν  τῶν ῾Ελλήνων  μέλλει πορεύεσθαι  καὶ διδάσκειν  τοὺς ῞Ελληνας;  

7:36 τίς ἐστιν  οὗτος ὁ λόγος  ὃν εἶπε,  ζητήσετέ με  καὶ οὐχ εὑρήσετε,  καὶ ὅπου εἰμὶ ἐγώ,  ὑμεῖς οὐ δύνασθε ἐλθεῖν;  

7:37 ᾿Εν δὲ τῇ ἐσχάτῃ ἡμέρᾳ  τῇ μεγάλῃ  τῆς ἑορτῆς  εἱστήκει ὁ ᾿Ιησοῦς  καὶ ἔκραξε λέγων·  ἐάν τις διψᾷ,  ἐρχέσθω πρός με  καὶ πινέτω.  

7:38 ὁ πιστεύων εἰς ἐμέ,  καθὼς εἶπεν ἡ γραφή,  ποταμοὶ  ἐκ τῆς κοιλίας αὐτοῦ  ῥεύσουσιν  ὕδατος ζῶντος.  

7:39 τοῦτο δὲ εἶπε  περὶ τοῦ Πνεύματος  οὗ ἔμελλον λαμβάνειν  οἱ πιστεύοντες  εἰς αὐτόν·  οὔπω γὰρ ἦν Πνεῦμα ῞Αγιον,  ὅτι ᾿Ιησοῦς οὐδέπω ἐδοξάσθη.  

7:40 πολλοὶ οὖν  ἐκ τοῦ ὄχλου  ἀκούσαντες  τὸν λόγον  ἔλεγον·  οὗτός ἐστιν  ἀληθῶς  ὁ προφήτης·  

7:41 ἄλλοι ἔλεγον·  οὗτός ἐστιν ὁ Χριστός·  ἄλλοι ἔλεγον·  μὴ γὰρ ἐκ τῆς Γαλιλαίας  ὁ Χριστὸς ἔρχεται;  

7:42 οὐχὶ ἡ γραφὴ εἶπεν  ὅτι ἐκ τοῦ σπέρματος Δαυῒδ  καὶ ἀπὸ Βηθλεὲμ τῆς κώμης,  ὅπου ἦν Δαυΐδ,  ὁ Χριστὸς ἔρχεται;  

7:43 σχίσμα οὖν  ἐν τῷ ὄχλῳ ἐγένετο  δι᾽ αὐτόν.  

7:44 τινὲς δὲ ἤθελον  ἐξ αὐτῶν  πιάσαι αὐτόν,  ἀλλ᾽ οὐδεὶς ἐπέβαλεν  ἐπ᾽ αὐτὸν  τὰς χεῖρας.  

7:45 ῏Ηλθον οὖν οἱ ὑπηρέται  πρὸς τοὺς ἀρχιερεῖς  καὶ Φαρισαίους,  καὶ εἶπον αὐτοῖς ἐκεῖνοι·  διατί οὐκ ἠγάγετε αὐτόν;  

7:46 ἀπεκρίθησαν οἱ ὑπηρέται·  οὐδέποτε οὕτως  ἐλάλησεν ἄνθρωπος,  ὡς οὗτος ὁ ἄνθρωπος.  

7:47 ἀπεκρίθησαν οὖν αὐτοῖς οἱ Φαρισαῖοι·  μὴ καὶ ὑμεῖς πεπλάνησθε;  

7:48 μή τις ἐκ τῶν ἀρχόντων  ἐπίστευσεν εἰς αὐτὸν  ἢ ἐκ τῶν Φαρισαίων;  

7:49 ἀλλ᾽ ὁ ὄχλος οὗτος  ὁ μὴ γινώσκων  τὸν νόμον  ἐπικατάρατοί εἰσι!  

7:50 λέγει Νικόδημος  πρὸς αὐτούς,  ὁ ἐλθὼν νυκτὸς  πρὸς αὐτόν,  εἷς ὢν ἐξ αὐτῶν·  

7:51 μὴ ὁ νόμος ἡμῶν  κρίνει τὸν ἄνθρωπον,  ἐὰν μὴ ἀκούσῃ παρ᾽ αὐτοῦ  πρότερον  καὶ γνῷ τί ποιεῖ;  

7:52 ἀπεκρίθησαν  καὶ εἶπον αὐτῷ·  μὴ καὶ σὺ  ἐκ τῆς Γαλιλαίας εἶ;  ἐρεύνησον  καὶ ἴδε  ὅτι προφήτης  ἐκ τῆς Γαλιλαίας  οὐκ ἐγήγερται.  

7:53 Καὶ ἀπῆλθεν ἕκαστος  εἰς τὸν οἶκον αὐτοῦ.