chapter 08


An Adulteress Faces the Light of the World - Jesus Defends His Self-Witness - Jesus Predicts His Departure - The Truth Shall Make You Free - Abraham’s Seed and Satan’s - Before Abraham Was, I AM








Κατά Ιωάννην,  κεφάλαιον 8ο  

8:1 Ἰησοῦς δὲ ἐπορεύθη  εἰς τὸ ὄρος  τῶν ἐλαιῶν·  

8:2 ὄρθρου δὲ  πάλιν παρεγένετο  εἰς τὸ ἱερόν,  καὶ πᾶς ὁ λαὸς  ἤρχετο  πρὸς αὐτόν·  καὶ καθίσας  ἐδίδασκεν αὐτούς.  

8:3 ἄγουσι δὲ οἱ γραμματεῖς  καὶ οἱ Φαρισαῖοι  γυναῖκα  ἐπὶ μοιχείᾳ κατειλημμένην,  καὶ στήσαντες αὐτὴν  ἐν μέσῳ  λέγουσιν αὐτῷ·  

8:4 διδάσκαλε,  αὕτη ἡ γυνὴ  κατείληπται  ἐπ᾽ αὐτοφώρῳ  μοιχευομένη·  

8:5 καὶ ἐν τῷ νόμῳ ἡμῶν  Μωϋσῆς ἐνετείλατο  τὰς τοιαύτας  λιθάζειν.  

8:6 σὺ οὖν τί λέγεις;  τοῦτο δὲ εἶπον  ἐκπειράζοντες αὐτόν,  ἵνα σχῶσι  κατηγορίαν  κατ᾽ αὐτοῦ.  ὁ δὲ ᾿Ιησοῦς  κάτω κύψας  τῷ δακτύλῳ ἔγραφεν  εἰς τὴν γῆν.  

8:7 ὡς δὲ ἐπέμενον  ἐρωτῶντες αὐτόν,  ἀνέκυψε  καὶ εἶπεν αὐτοῖς·  ὁ ἀναμάρτητος ὑμῶν  πρῶτος  βαλέτω λίθον  ἐπ᾽ αὐτήν.  

8:8 καὶ πάλιν κάτω κύψας  ἔγραφεν εἰς τὴν γῆν.  

8:9 οἱ δὲ ἀκούσαντες  ἐξήρχοντο  εἷς καθ᾽ εἷς,  ἀρξάμενοι  ἀπὸ τῶν πρεσβυτέρων,  καὶ κατελείφθη ὁ ᾿Ιησοῦς  καὶ ἡ γυνὴ  ἐν μέσῳ οὖσα.  

8:10 ἀνακύψας δὲ ὁ ᾿Ιησοῦς  εἶπεν αὐτῇ·  γύναι,  ποῦ εἰσιν;  οὐδείς σε κατέκρινεν;  

8:11 ἡ δὲ εἶπεν·  οὐδείς, Κύριε.  εἶπε δὲ ὁ ᾿Ιησοῦς·  οὐδὲ ἐγώ σε κατακρίνω·  πορεύου  καὶ ἀπὸ τοῦ νῦν  μηκέτι ἁμάρτανε.  

8:12 Πάλιν οὖν αὐτοῖς  ὁ ᾿Ιησοῦς ἐλάλησε  λέγων·  ἐγώ εἰμι  τὸ φῶς  τοῦ κόσμου·  ὁ ἀκολουθῶν ἐμοὶ  οὐ μὴ περιπατήσῃ  ἐν τῇ σκοτίᾳ,  ἀλλ᾽ ἕξει  τὸ φῶς  τῆς ζωῆς.  

8:13 εἶπον οὖν αὐτῷ  οἱ Φαρισαῖοι·  σὺ περὶ σεαυτοῦ  μαρτυρεῖς·  ἡ μαρτυρία σου  οὐκ ἔστιν ἀληθής.  

8:14 ἀπεκρίθη ᾿Ιησοῦς  καὶ εἶπεν αὐτοῖς·  κἂν ἐγὼ μαρτυρῶ  περὶ ἐμαυτοῦ,  ἀληθής ἐστιν  ἡ μαρτυρία μου,  ὅτι οἶδα  πόθεν ἦλθον  καὶ ποῦ ὑπάγω·  ὑμεῖς δὲ οὐκ οἴδατε  πόθεν ἔρχομαι  ἢ ποῦ ὑπάγω.  

8:15 ὑμεῖς  κατὰ τὴν σάρκα κρίνετε·  ἐγὼ οὐ κρίνω οὐδένα.  

8:16 καὶ ἐὰν κρίνω δὲ ἐγώ,  ἡ κρίσις ἡ ἐμὴ  ἀληθής ἐστιν,  ὅτι μόνος οὐκ εἰμί,  ἀλλ᾽ ἐγὼ  καὶ ὁ πέμψας με πατήρ.  

8:17 καὶ ἐν τῷ νόμῳ δὲ  τῷ ὑμετέρῳ  γέγραπται  ὅτι δύο ἀνθρώπων  ἡ μαρτυρία  ἀληθής ἐστιν.  

8:18 ἐγώ εἰμι ὁ μαρτυρῶν  περὶ ἐμαυτοῦ,  καὶ μαρτυρεῖ  περὶ ἐμοῦ  ὁ πέμψας με πατήρ.  

8:19 ἔλεγον οὖν αὐτῷ·  ποῦ ἐστιν ὁ πατήρ σου;  ἀπεκρίθη ᾿Ιησοῦς·  οὔτε ἐμὲ οἴδατε  οὔτε τὸν πατέρα μου·  εἰ ἐμὲ ᾔδειτε,  καὶ τὸν πατέρα μου ᾔδειτε ἄν.  

8:20 Ταῦτα τὰ ῥήματα  ἐλάλησεν ὁ ᾿Ιησοῦς  ἐν τῷ γαζοφυλακίῳ,  διδάσκων ἐν τῷ ἱερῷ,  καὶ οὐδεὶς ἐπίασεν αὐτόν,  ὅτι οὔπω ἐληλύθει  ἡ ὥρα αὐτοῦ.  

8:21 Εἶπεν οὖν  πάλιν αὐτοῖς  ὁ ᾿Ιησοῦς·  ἐγὼ ὑπάγω  καὶ ζητήσετέ με,  καὶ ἐν τῇ ἁμαρτίᾳ ὑμῶν  ἀποθανεῖσθε·  ὅπου ἐγὼ ὑπάγω,  ὑμεῖς οὐ δύνασθε ἐλθεῖν.  

8:22 ἔλεγον οὖν οἱ ᾿Ιουδαῖοι·  μήτι ἀποκτενεῖ ἑαυτόν,  ὅτι λέγει,  ὅπου ἐγὼ ὑπάγω,  ὑμεῖς οὐ δύνασθε ἐλθεῖν;  

8:23 καὶ εἶπεν αὐτοῖς·  ὑμεῖς ἐκ τῶν κάτω ἐστέ,  ἐγὼ ἐκ τῶν ἄνω εἰμί·  ὑμεῖς ἐκ τοῦ κόσμου τούτου ἐστέ,  ἐγὼ οὐκ εἰμὶ  ἐκ τοῦ κόσμου τούτου.  

8:24 εἶπον οὖν ὑμῖν  ὅτι ἀποθανεῖσθε  ἐν ταῖς ἁμαρτίαις ὑμῶν·  ἐὰν γὰρ μὴ πιστεύσητε  ὅτι ἐγώ εἰμι,  ἀποθανεῖσθε  ἐν ταῖς ἁμαρτίαις ὑμῶν.  

8:25 ἔλεγον οὖν αὐτῷ·  σὺ τίς εἶ;  καὶ εἶπεν αὐτοῖς ὁ ᾿Ιησοῦς·  τὴν ἀρχὴν ὅ τι καὶ λαλῶ ὑμῖν.  

8:26 πολλὰ ἔχω  περὶ ὑμῶν λαλεῖν  καὶ κρίνειν·  ἀλλ᾽ ὁ πέμψας με  ἀληθής ἐστι,  κἀγὼ ἃ ἤκουσα  παρ᾽ αὐτοῦ,  ταῦτα λέγω  εἰς τὸν κόσμον.  

8:27 οὐκ ἔγνωσαν  ὅτι τὸν πατέρα  αὐτοῖς ἔλεγεν.  

8:28 εἶπεν οὖν αὐτοῖς ὁ ᾿Ιησοῦς·  ὅταν ὑψώσητε  τὸν υἱὸν τοῦ ἀνθρώπου,  τότε γνώσεσθε  ὅτι ἐγώ εἰμι,  καὶ ἀπ᾽ ἐμαυτοῦ  ποιῶ οὐδέν,  ἀλλὰ καθὼς ἐδίδαξέ με ὁ πατήρ μου,  ταῦτα λαλῶ.  

8:29 καὶ ὁ πέμψας με  μετ᾽ ἐμοῦ ἐστιν·  οὐκ ἀφῆκέ με  μόνον  ὁ πατήρ,  ὅτι ἐγὼ  τὰ ἀρεστὰ αὐτῷ  ποιῶ πάντοτε.  

8:30 Ταῦτα αὐτοῦ λαλοῦντος  πολλοὶ ἐπίστευσαν  εἰς αὐτόν.  

8:31 ῎Ελεγεν οὖν ὁ ᾿Ιησοῦς  πρὸς τοὺς πεπιστευκότας αὐτῷ ᾿Ιουδαίους·  ἐὰν ὑμεῖς μείνητε  ἐν τῷ λόγῳ τῷ ἐμῷ,  ἀληθῶς μαθηταί μού ἐστε,  

8:32 καὶ γνώσεσθε  τὴν ἀλήθειαν,  καὶ ἡ ἀλήθεια  ἐλευθερώσει ὑμᾶς.  

8:33 ἀπεκρίθησαν αὐτῷ·  σπέρμα ᾿Αβραάμ ἐσμεν  καὶ οὐδενὶ δεδουλεύκαμεν  πώποτε·  πῶς σὺ λέγεις  ὅτι ἐλεύθεροι  γενήσεσθε;  

8:34 ἀπεκρίθη αὐτοῖς ὁ ᾿Ιησοῦς·  ἀμὴν ἀμὴν  λέγω ὑμῖν  ὅτι πᾶς  ὁ ποιῶν  τὴν ἁμαρτίαν  δοῦλός ἐστι  τῆς ἁμαρτίας.  

8:35 ὁ δὲ δοῦλος  οὐ μένει  ἐν τῇ οἰκίᾳ  εἰς τὸν αἰῶνα·  ὁ υἱὸς  μένει  εἰς τὸν αἰῶνα.  

8:36 ἐὰν οὖν  ὁ υἱὸς  ὑμᾶς ἐλευθερώσῃ,  ὄντως ἐλεύθεροι ἔσεσθε.  

8:37 οἶδα  ὅτι σπέρμα ᾿Αβραάμ ἐστε·  ἀλλὰ ζητεῖτέ με  ἀποκτεῖναι,  ὅτι ὁ λόγος ὁ ἐμὸς  οὐ χωρεῖ  ἐν ὑμῖν.  

8:38 ἐγὼ ὃ ἑώρακα  παρὰ τῷ πατρί μου  λαλῶ·  καὶ ὑμεῖς οὖν ὃ ἑωράκατε  παρὰ τῷ πατρὶ ὑμῶν  ποιεῖτε.  

8:39 ἀπεκρίθησαν  καὶ εἶπον αὐτῷ·  ὁ πατὴρ ἡμῶν  ᾿Αβραάμ ἐστι.  λέγει αὐτοῖς  ὁ ᾿Ιησοῦς·  εἰ τέκνα τοῦ ᾿Αβραὰμ  ἦτε,  τὰ ἔργα τοῦ ᾿Αβραὰμ  ἐποιεῖτε.  

8:40 νῦν δὲ  ζητεῖτέ με ἀποκτεῖναι,  ἄνθρωπον  ὃς τὴν ἀλήθειαν  ὑμῖν λελάληκα,  ἣν ἤκουσα  παρὰ τοῦ Θεοῦ·  τοῦτο ᾿Αβραὰμ  οὐκ ἐποίησεν.  

8:41 ὑμεῖς ποιεῖτε  τὰ ἔργα  τοῦ πατρὸς ὑμῶν.  εἶπον οὖν αὐτῷ·  ἡμεῖς ἐκ πορνείας  οὐ γεγεννήμεθα·  ἕνα πατέρα ἔχομεν,  τὸν Θεόν.  

8:42 εἶπεν οὖν αὐτοῖς ὁ ᾿Ιησοῦς·  εἰ ὁ Θεὸς  πατὴρ ὑμῶν ἦν,  ἠγαπᾶτε ἂν ἐμέ·  ἐγὼ γὰρ  ἐκ τοῦ Θεοῦ ἐξῆλθον  καὶ ἥκω·  οὐδὲ γὰρ ἀπ᾽ ἐμαυτοῦ ἐλήλυθα,  ἀλλ᾽ ἐκεῖνός με ἀπέστειλε.  

8:43 διατί τὴν λαλιὰν τὴν ἐμὴν  οὐ γινώσκετε;  ὅτι οὐ δύνασθε ἀκούειν  τὸν λόγον τὸν ἐμόν.  

8:44 ὑμεῖς  ἐκ τοῦ πατρὸς  τοῦ διαβόλου  ἐστέ,  καὶ τὰς ἐπιθυμίας  τοῦ πατρὸς ὑμῶν  θέλετε ποιεῖν.  ἐκεῖνος ἀνθρωποκτόνος ἦν  ἀπ᾽ ἀρχῆς  καὶ ἐν τῇ ἀληθείᾳ  οὐχ ἕστηκεν,  ὅτι οὐκ ἔστιν ἀλήθεια  ἐν αὐτῷ·  ὅταν λαλῇ τὸ ψεῦδος,  ἐκ τῶν ἰδίων λαλεῖ,  ὅτι ψεύστης ἐστὶ  καὶ ὁ πατὴρ αὐτοῦ.  

8:45 ἐγὼ δὲ ὅτι τὴν ἀλήθειαν λέγω,  οὐ πιστεύετέ μοι.  

8:46 τίς ἐξ ὑμῶν  ἐλέγχει με  περὶ ἁμαρτίας;  εἰ δὲ ἀλήθειαν λέγω,  διατί ὑμεῖς οὐ πιστεύετέ μοι;  

8:47 ὁ ὢν ἐκ τοῦ Θεοῦ  τὰ ῥήματα τοῦ Θεοῦ  ἀκούει·  διὰ τοῦτο  ὑμεῖς οὐκ ἀκούετε,  ὅτι ἐκ τοῦ Θεοῦ  οὐκ ἐστέ.  

8:48 ἀπεκρίθησαν οὖν οἱ ᾿Ιουδαῖοι  καὶ εἶπον αὐτῷ·  οὐ καλῶς λέγομεν ἡμεῖς  ὅτι Σαμαρείτης εἶ σὺ  καὶ δαιμόνιον ἔχεις;  

8:49 ἀπεκρίθη ᾿Ιησοῦς·  ἐγὼ δαιμόνιον οὐκ ἔχω,  ἀλλὰ τιμῶ  τὸν πατέρα μου,  καὶ ὑμεῖς ἀτιμάζετέ με.  

8:50 ἐγὼ δὲ οὐ ζητῶ  τὴν δόξαν μου·  ἔστιν ὁ ζητῶν  καὶ κρίνων.  

8:51 ἀμὴν ἀμὴν λέγω ὑμῖν,  ἐάν τις  τὸν λόγον τὸν ἐμὸν  τηρήσῃ,  θάνατον  οὐ μὴ θεωρήσῃ  εἰς τὸν αἰῶνα.  

8:52 εἶπον οὖν αὐτῷ  οἱ ᾿Ιουδαῖοι·  νῦν ἐγνώκαμεν  ὅτι δαιμόνιον ἔχεις.  ᾿Αβραὰμ ἀπέθανε  καὶ οἱ προφῆται,  καὶ σὺ λέγεις,  ἐάν τις  τὸν λόγον μου  τηρήσῃ,  οὐ μὴ γεύσηται θανάτου  εἰς τὸν αἰῶνα;  

8:53 μὴ σὺ μείζων εἶ  τοῦ πατρὸς ἡμῶν ᾿Αβραάμ,  ὅστις ἀπέθανε;  καὶ οἱ προφῆται ἀπέθανον·  τίνα σεαυτὸν σὺ ποιεῖς;  

8:54 ἀπεκρίθη ᾿Ιησοῦς·  ἐὰν ἐγὼ δοξάζω ἐμαυτόν,  ἡ δόξα μου οὐδέν ἐστιν·  ἔστιν ὁ πατήρ μου  ὁ δοξάζων με,  ὃν ὑμεῖς λέγετε  ὅτι Θεὸς ὑμῶν ἐστι,  

8:55 καὶ οὐκ ἐγνώκατε αὐτόν·  ἐγὼ δὲ οἶδα αὐτόν.  καὶ ἐὰν εἴπω  ὅτι οὐκ οἶδα αὐτόν,  ἔσομαι  ὅμοιος ὑμῶν  ψεύστης·  ἀλλ᾽ οἶδα αὐτὸν  καὶ τὸν λόγον αὐτοῦ  τηρῶ.  

8:56 ᾿Αβραὰμ  ὁ πατὴρ ὑμῶν  ἠγαλλιάσατο  ἵνα ἴδῃ  τὴν ἡμέραν τὴν ἐμήν,  καὶ εἶδε  καὶ ἐχάρη.  

8:57 εἶπον οὖν  οἱ ᾿Ιουδαῖοι  πρὸς αὐτόν·  πεντήκοντα ἔτη  οὔπω ἔχεις  καὶ ᾿Αβραὰμ ἑώρακας;  

8:58 εἶπεν αὐτοῖς ὁ ᾿Ιησοῦς·  ἀμὴν ἀμὴν  λέγω ὑμῖν,  πρὶν ᾿Αβραὰμ γενέσθαι  ἐγώ εἰμι.  

8:59 ἦραν οὖν λίθους  ἵνα βάλωσιν  ἐπ᾽ αὐτόν.  ᾿Ιησοῦς δὲ ἐκρύβη,  καὶ ἐξῆλθεν  ἐκ τοῦ ἱεροῦ  διελθὼν διὰ μέσου αὐτῶν,  καὶ παρῆγεν οὕτως.