chapter 11


The Death of Lazarus - I Am the Resurrection and the Life - Jesus and Death, the Last Enemy - Lazarus Raised from the Dead - The Plot to Kill Jesus








Κατά Ιωάννην,  κεφάλαιον 11ο  

11:1 Ἦν δέ  τις ἀσθενῶν  Λάζαρος  ἀπὸ Βηθανίας,  ἐκ τῆς κώμης Μαρίας  καὶ Μάρθας  τῆς ἀδελφῆς αὐτῆς.  

11:2 ἦν δὲ Μαρία  ἡ ἀλείψασα  τὸν Κύριον  μύρῳ  καὶ ἐκμάξασα  τοὺς πόδας αὐτοῦ  ταῖς θριξὶν αὐτῆς,  ἧς ὁ ἀδελφὸς Λάζαρος  ἠσθένει.  

11:3 ἀπέστειλαν οὖν  αἱ ἀδελφαὶ  πρὸς αὐτὸν  λέγουσαι·  Κύριε,  ἴδε  ὃν φιλεῖς  ἀσθενεῖ.  

11:4 ἀκούσας δὲ  ὁ ᾿Ιησοῦς εἶπεν·  αὕτη ἡ ἀσθένεια  οὐκ ἔστι  πρὸς θάνατον,  ἀλλ᾽  ὑπὲρ τῆς δόξης  τοῦ Θεοῦ,  ἵνα δοξασθῇ  ὁ υἱὸς τοῦ Θεοῦ  δι᾽ αὐτῆς.  

11:5 ἠγάπα δὲ ὁ ᾿Ιησοῦς  τὴν Μάρθαν  καὶ τὴν ἀδελφὴν αὐτῆς  καὶ τὸν Λάζαρον.  

11:6 ὡς οὖν ἤκουσεν  ὅτι ἀσθενεῖ,  τότε μὲν ἔμεινεν  ἐν ᾧ ἦν τόπῳ  δύο ἡμέρας·  

11:7 ἔπειτα μετὰ τοῦτο  λέγει τοῖς μαθηταῖς·  ἄγωμεν  εἰς τὴν ᾿Ιουδαίαν  πάλιν.  

11:8 λέγουσιν  αὐτῷ  οἱ μαθηταί·  ῥαββί,  νῦν ἐζήτουν σε  λιθάσαι  οἱ ᾿Ιουδαῖοι,  καὶ πάλιν  ὑπάγεις ἐκεῖ;  

11:9 ἀπεκρίθη ᾿Ιησοῦς·  οὐχὶ δώδεκά εἰσιν  ὧραι τῆς ἡμέρας;  ἐάν τις περιπατῇ  ἐν τῇ ἡμέρᾳ,  οὐ προσκόπτει,  ὅτι τὸ φῶς  τοῦ κόσμου τούτου  βλέπει·  

11:10 ἐὰν δέ  τις περιπατῇ  ἐν τῇ νυκτί,  προσκόπτει,  ὅτι τὸ φῶς  οὐκ ἔστιν  ἐν αὐτῷ.  

11:11 ταῦτα εἶπε,  καὶ μετὰ τοῦτο  λέγει αὐτοῖς·  Λάζαρος  ὁ φίλος ἡμῶν  κεκοίμηται·  ἀλλὰ πορεύομαι  ἵνα ἐξυπνίσω αὐτόν.  

11:12 εἶπον οὖν  οἱ μαθηταὶ αὐτοῦ·  Κύριε,  εἰ κεκοίμηται,  σωθήσεται.  

11:13 εἰρήκει δὲ ὁ ᾿Ιησοῦς  περὶ τοῦ θανάτου αὐτοῦ·  ἐκεῖνοι δὲ ἔδοξαν  ὅτι περὶ τῆς κοιμήσεως τοῦ ὕπνου  λέγει.  

11:14 τότε οὖν  εἶπεν αὐτοῖς ὁ ᾿Ιησοῦς  παρρησίᾳ·  Λάζαρος ἀπέθανε,  

11:15 καὶ χαίρω  δι᾽ ὑμᾶς,  ἵνα πιστεύσητε,  ὅτι οὐκ ἤμην ἐκεῖ·  ἀλλ᾽ ἄγωμεν  πρὸς αὐτόν.  

11:16 εἶπεν οὖν Θωμᾶς  ὁ λεγόμενος Δίδυμος  τοῖς συμμαθηταῖς·  ἄγωμεν καὶ ἡμεῖς  ἵνα ἀποθάνωμεν  μετ᾽ αὐτοῦ.  

11:17 ᾿Ελθὼν οὖν ὁ ᾿Ιησοῦς  εὗρεν αὐτὸν  τέσσαρας ἡμέρας  ἤδη ἔχοντα  ἐν τῷ μνημείῳ.  

11:18 ἦν δὲ ἡ Βηθανία  ἐγγὺς τῶν ῾Ιεροσολύμων  ὡς ἀπὸ σταδίων δεκαπέντε,  

11:19 καὶ πολλοὶ  ἐκ τῶν ᾿Ιουδαίων  ἐληλύθεισαν  πρὸς τὰς περὶ Μάρθαν  καὶ Μαρίαν  ἵνα παραμυθήσωνται αὐτὰς  περὶ τοῦ ἀδελφοῦ αὐτῶν.  

11:20 ἡ οὖν Μάρθα  ὡς ἤκουσεν  ὅτι ὁ ᾿Ιησοῦς ἔρχεται,  ὑπήντησεν αὐτῷ·  Μαρία δὲ  ἐν τῷ οἴκῳ  ἐκαθέζετο.  

11:21 εἶπεν οὖν ἡ Μάρθα  πρὸς τὸν ᾿Ιησοῦν·  Κύριε,  εἰ ἦς ὧδε,  ὁ ἀδελφός μου  οὐκ ἂν ἐτεθνήκει.  

11:22 ἀλλὰ  καὶ νῦν  οἶδα  ὅτι ὅσα  ἂν αἰτήσῃ  τὸν Θεόν,  δώσει σοι ὁ Θεός.  

11:23 λέγει αὐτῇ ὁ ᾿Ιησοῦς·  ἀναστήσεται ὁ ἀδελφός σου.  

11:24 λέγει αὐτῷ Μάρθα·  οἶδα  ὅτι ἀναστήσεται  ἐν τῇ ἀναστάσει  ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ.  

11:25 εἶπεν αὐτῇ ὁ ᾿Ιησοῦς·  ἐγώ εἰμι  ἡ ἀνάστασις  καὶ ἡ ζωή.  

11:26 ὁ πιστεύων  εἰς ἐμέ,  κἂν ἀποθάνῃ,  ζήσεται·  καὶ πᾶς ὁ ζῶν  καὶ πιστεύων  εἰς ἐμὲ  οὐ μὴ ἀποθάνῃ  εἰς τὸν αἰῶνα.  πιστεύεις τοῦτο;  

11:27 λέγει αὐτῷ·  ναί, Κύριε,  ἐγὼ πεπίστευκα  ὅτι σὺ εἶ  ὁ Χριστὸς  ὁ υἱὸς τοῦ Θεοῦ  ὁ εἰς τὸν κόσμον ἐρχόμενος.  

11:28 καὶ ταῦτα εἰποῦσα  ἀπῆλθε  καὶ ἐφώνησε Μαρίαν  τὴν ἀδελφὴν αὐτῆς  λάθρᾳ εἰποῦσα·  ὁ διδάσκαλος  πάρεστι  καὶ φωνεῖ σε.  

11:29 ἐκείνη ὡς ἤκουσεν,  ἐγείρεται ταχὺ  καὶ ἔρχεται  πρὸς αὐτόν.  

11:30 οὔπω δὲ ἐληλύθει ὁ ᾿Ιησοῦς  εἰς τὴν κώμην,  ἀλλ᾽ ἦν  ἐν τῷ τόπῳ  ὅπου ὑπήντησεν αὐτῷ ἡ Μάρθα.  

11:31 οἱ οὖν ᾿Ιουδαῖοι  οἱ ὄντες μετ᾽ αὐτῆς  ἐν τῇ οἰκίᾳ  καὶ παραμυθούμενοι αὐτήν,  ἰδόντες τὴν Μαρίαν  ὅτι ταχέως ἀνέστη  καὶ ἐξῆλθεν,  ἠκολούθησαν αὐτῇ,  λέγοντες  ὅτι ὑπάγει  εἰς τὸ μνημεῖον  ἵνα κλαύσῃ ἐκεῖ.  

11:32 ἡ οὖν Μαρία  ὡς ἦλθεν  ὅπου ἦν ὁ ᾿Ιησοῦς,  ἰδοῦσα αὐτὸν  ἔπεσεν αὐτοῦ εἰς τοὺς πόδας  λέγουσα αὐτῷ·  Κύριε,  εἰ ἦς ὧδε,  οὐκ ἂν ἀπέθανέ μου ὁ ἀδελφός.  

11:33 ᾿Ιησοῦς οὖν  ὡς εἶδεν αὐτὴν  κλαίουσαν  καὶ τοὺς συνελθόντας αὐτῇ ᾿Ιουδαίους  κλαίοντας,  ἐνεβριμήσατο τῷ πνεύματι  καὶ ἐτάραξεν ἑαυτόν,  καὶ εἶπε·  

11:34 ποῦ τεθείκατε αὐτόν;  λέγουσιν αὐτῷ·  Κύριε,  ἔρχου καὶ ἴδε.  

11:35 ἐδάκρυσεν ὁ ᾿Ιησοῦς.  

11:36 ἔλεγον οὖν οἱ ᾿Ιουδαῖοι·  ἴδε πῶς ἐφίλει αὐτόν·  

11:37 τινὲς δὲ ἐξ αὐτῶν  εἶπον·  οὐκ ἠδύνατο οὗτος,  ὁ ἀνοίξας  τοὺς ὀφθαλμοὺς  τοῦ τυφλοῦ,  ποιῆσαι  ἵνα καὶ οὗτος  μὴ ἀποθάνῃ;  

11:38 ᾿Ιησοῦς οὖν,  πάλιν ἐμβριμώμενος ἐν ἑαυτῷ,  ἔρχεται  εἰς τὸ μνημεῖον·  ἦν δὲ σπήλαιον,  καὶ λίθος ἐπέκειτο  ἐπ᾽ αὐτῷ.  

11:39 λέγει ὁ ᾿Ιησοῦς·  ἄρατε  τὸν λίθον.  λέγει αὐτῷ  ἡ ἀδελφὴ  τοῦ τεθνηκότος  Μάρθα·  Κύριε,  ἤδη ὄζει·  τεταρταῖος γάρ ἐστι.  

11:40 λέγει αὐτῇ ὁ ᾿Ιησοῦς·  οὐκ εἶπόν σοι  ὅτι ἐὰν πιστεύσῃς,  ὄψει  τὴν δόξαν  τοῦ Θεοῦ;  

11:41 ἦραν οὖν τὸν λίθον  οὗ ἦν  ὁ τεθνηκὼς  κείμενος.  ὁ δὲ ᾿Ιησοῦς  ἦρε τοὺς ὀφθαλμοὺς  ἄνω  καὶ εἶπε·  πάτερ,  εὐχαριστῶ σοι  ὅτι ἤκουσάς μου.  

11:42 ἐγὼ δὲ ᾔδειν  ὅτι πάντοτέ  μου ἀκούεις·  ἀλλὰ διὰ τὸν ὄχλον  τὸν περιεστῶτα  εἶπον,  ἵνα πιστεύσωσιν  ὅτι σύ με ἀπέστειλας.  

11:43 καὶ ταῦτα εἰπὼν  φωνῇ μεγάλῃ  ἐκραύγασε·  Λάζαρε,  δεῦρο ἔξω.  

11:44 καὶ ἐξῆλθεν  ὁ τεθνηκὼς  δεδεμένος τοὺς πόδας  καὶ τὰς χεῖρας κειρίαις,  καὶ ἡ ὄψις αὐτοῦ  σουδαρίῳ περιεδέδετο.  λέγει αὐτοῖς  ὁ ᾿Ιησοῦς·  λύσατε αὐτὸν  καὶ ἄφετε ὑπάγειν.  

11:45 Πολλοὶ οὖν  ἐκ τῶν ᾿Ιουδαίων,  οἱ ἐλθόντες  πρὸς τὴν Μαρίαν  καὶ θεασάμενοι  ἃ ἐποίησεν ὁ ᾿Ιησοῦς,  ἐπίστευσαν  εἰς αὐτόν.  

11:46 τινὲς δὲ  ἐξ αὐτῶν  ἀπῆλθον  πρὸς τοὺς Φαρισαίους  καὶ εἶπον αὐτοῖς  ἃ ἐποίησεν ὁ ᾿Ιησοῦς.  

11:47 συνήγαγον οὖν  οἱ ἀρχιερεῖς  καὶ οἱ Φαρισαῖοι  συνέδριον  καὶ ἔλεγον·  τί ποιοῦμεν,  ὅτι οὗτος ὁ ἄνθρωπος  πολλὰ σημεῖα  ποιεῖ;  

11:48 ἐὰν ἀφῶμεν αὐτὸν  οὕτω,  πάντες  πιστεύσουσιν  εἰς αὐτόν,  καὶ ἐλεύσονται  οἱ ῾Ρωμαῖοι  καὶ ἀροῦσιν ἡμῶν  καὶ τὸν τόπον  καὶ τὸ ἔθνος.  

11:49 εἷς δέ  τις ἐξ αὐτῶν  Καϊάφας,  ἀρχιερεὺς ὢν  τοῦ ἐνιαυτοῦ ἐκείνου,  εἶπεν αὐτοῖς·  ὑμεῖς  οὐκ οἴδατε  οὐδέν,  

11:50 οὐδὲ διαλογίζεσθε  ὅτι συμφέρει ἡμῖν  ἵνα εἷς ἄνθρωπος  ἀποθάνῃ  ὑπὲρ τοῦ λαοῦ  καὶ μὴ ὅλον τὸ ἔθνος ἀπόληται.  

11:51 τοῦτο δὲ  ἀφ᾽ ἑαυτοῦ οὐκ εἶπεν,  ἀλλὰ ἀρχιερεὺς ὢν  τοῦ ἐνιαυτοῦ ἐκείνου  προεφήτευσεν  ὅτι ἔμελλεν ὁ ᾿Ιησοῦς  ἀποθνήσκειν  ὑπὲρ τοῦ ἔθνους,  

11:52 καὶ οὐχ  ὑπὲρ τοῦ ἔθνους  μόνον,  ἀλλ᾽ ἵνα καὶ  τὰ τέκνα  τοῦ Θεοῦ  τὰ διεσκορπισμένα  συναγάγῃ  εἰς ἕν.  

11:53 ἀπ᾽ ἐκείνης οὖν τῆς ἡμέρας  συνεβουλεύσαντο  ἵνα ἀποκτείνωσιν αὐτόν.  

11:54 ᾿Ιησοῦς οὖν  οὐκέτι παρρησίᾳ περιεπάτει  ἐν τοῖς ᾿Ιουδαίοις,  ἀλλὰ ἀπῆλθεν ἐκεῖθεν  εἰς τὴν χώραν  ἐγγὺς τῆς ἐρήμου,  εἰς ᾿Εφραὶμ λεγομένην πόλιν,  κἀκεῖ διέτριβε  μετὰ τῶν μαθητῶν αὐτοῦ.  

11:55 ἦν δὲ ἐγγὺς  τὸ πάσχα  τῶν ᾿Ιουδαίων,  καὶ ἀνέβησαν πολλοὶ  εἰς ῾Ιεροσόλυμα  ἐκ τῆς χώρας  πρὸ τοῦ πάσχα  ἵνα ἁγνίσωσιν ἑαυτούς.  

11:56 ἐζήτουν οὖν τὸν ᾿Ιησοῦν  καὶ ἔλεγον  μετ᾽ ἀλλήλων  ἐν τῷ ἱερῷ ἑστηκότες·  τί δοκεῖ ὑμῖν,  ὅτι οὐ μὴ ἔλθῃ  εἰς τὴν ἑορτήν;  

11:57 δεδώκεισαν δὲ  καὶ οἱ ἀρχιερεῖς  καὶ οἱ Φαρισαῖοι  ἐντολὴν  ἵνα ἐάν τις γνῷ ποῦ ἐστι,  μηνύσῃ,  ὅπως πιάσωσιν αὐτόν.