chapter 13


Jesus Washes the Disciples’ Feet - Jesus Identifies His Betrayer - The New Commandment - Jesus Predicts Peter’s Denial








Κατά Ιωάννην,  κεφάλαιον 13ο  

13:1 Πρὸ δὲ  τῆς ἑορτῆς  τοῦ πάσχα  εἰδὼς ὁ ᾿Ιησοῦς  ὅτι ἐλήλυθεν αὐτοῦ ἡ ὥρα  ἵνα μεταβῇ  ἐκ τοῦ κόσμου τούτου  πρὸς τὸν πατέρα,  ἀγαπήσας τοὺς ἰδίους  τοὺς ἐν τῷ κόσμῳ,  εἰς τέλος  ἠγάπησεν αὐτούς.  

13:2 καὶ δείπνου γενομένου,  τοῦ διαβόλου  ἤδη  βεβληκότος  εἰς τὴν καρδίαν  ᾿Ιούδα Σίμωνος ᾿Ισκαριώτου  ἵνα αὐτὸν παραδῷ,  

13:3 εἰδὼς ὁ ᾿Ιησοῦς  ὅτι πάντα  δέδωκεν αὐτῷ  ὁ πατὴρ  εἰς τὰς χεῖρας,  καὶ ὅτι  ἀπὸ Θεοῦ  ἐξῆλθε  καὶ πρὸς τὸν Θεὸν  ὑπάγει,  

13:4 ἐγείρεται  ἐκ τοῦ δείπνου  καὶ τίθησι  τὰ ἱμάτια,  καὶ λαβὼν λέντιον  διέζωσεν ἑαυτόν.  

13:5 εἶτα βάλλει ὕδωρ  εἰς τὸν νιπτῆρα,  καὶ ἤρξατο  νίπτειν  τοὺς πόδας  τῶν μαθητῶν  καὶ ἐκμάσσειν  τῷ λεντίῳ  ᾧ ἦν διεζωσμένος.  

13:6 ἔρχεται οὖν  πρὸς Σίμωνα Πέτρον,  καὶ λέγει αὐτῷ ἐκεῖνος·  Κύριε,  σύ μου νίπτεις  τοὺς πόδας;  

13:7 ἀπεκρίθη ᾿Ιησοῦς  καὶ εἶπεν  αὐτῷ·  ὃ ἐγὼ ποιῶ,  σὺ οὐκ οἶδας  ἄρτι,  γνώσῃ δὲ  μετὰ ταῦτα.  

13:8 λέγει αὐτῷ Πέτρος·  οὐ μὴ νίψῃς  τοὺς πόδας μου  εἰς τὸν αἰῶνα.  ἀπεκρίθη αὐτῷ ὁ ᾿Ιησοῦς·  ἐὰν μὴ νίψω σε,  οὐκ ἔχεις μέρος  μετ᾽ ἐμοῦ.  

13:9 λέγει  αὐτῷ  Σίμων Πέτρος·  Κύριε,  μὴ τοὺς πόδας μου  μόνον,  ἀλλὰ καὶ τὰς χεῖρας  καὶ τὴν κεφαλήν.  

13:10 λέγει  αὐτῷ  ὁ ᾿Ιησοῦς·  ὁ λελουμένος  οὐ χρείαν ἔχει  ἢ τοὺς πόδας  νίψασθαι,  ἀλλ᾽ ἔστι  καθαρὸς ὅλος·  καὶ ὑμεῖς  καθαροί ἐστε,  ἀλλ᾽ οὐχὶ πάντες.  

13:11 ᾔδει γὰρ  τὸν παραδιδόντα αὐτόν·  διὰ τοῦτο εἶπεν·  οὐχὶ πάντες  καθαροί ἐστε.  

13:12 ῞Οτε οὖν ἔνιψε  τοὺς πόδας αὐτῶν  καὶ ἔλαβε  τὰ ἱμάτια αὐτοῦ,  ἀναπεσὼν  πάλιν  εἶπεν αὐτοῖς·  γινώσκετε  τί πεποίηκα ὑμῖν;  

13:13 ὑμεῖς φωνεῖτέ με,  ὁ Διδάσκαλος  καὶ ὁ Κύριος,  καὶ καλῶς λέγετε·  εἰμὶ γάρ.  

13:14 εἰ οὖν ἐγὼ ἔνιψα  ὑμῶν τοὺς πόδας,  ὁ Κύριος  καὶ ὁ Διδάσκαλος,  καὶ ὑμεῖς ὀφείλετε  ἀλλήλων  νίπτειν  τοὺς πόδας.  

13:15 ὑπόδειγμα γὰρ  δέδωκα ὑμῖν,  ἵνα καθὼς ἐγὼ ἐποίησα ὑμῖν,  καὶ ὑμεῖς ποιῆτε·  

13:16 ἀμὴν ἀμὴν  λέγω ὑμῖν,  οὐκ ἔστι δοῦλος  μείζων  τοῦ κυρίου αὐτοῦ,  οὐδὲ ἀπόστολος  μείζων  τοῦ πέμψαντος αὐτόν.  

13:17 εἰ ταῦτα οἴδατε,  μακάριοί ἐστε  ἐὰν ποιῆτε αὐτά.  

13:18 οὐ περὶ πάντων  ὑμῶν λέγω·  ἐγὼ οἶδα  οὓς ἐξελεξάμην·  ἀλλ᾽ ἵνα ἡ γραφὴ  πληρωθῇ,  ὁ τρώγων  μετ᾽ ἐμοῦ  τὸν ἄρτον  ἐπῆρεν ἐπ᾽ ἐμὲ  τὴν πτέρναν αὐτοῦ.  

13:19 ἀπ᾽ ἄρτι  λέγω ὑμῖν  πρὸ τοῦ γενέσθαι,  ἵνα ὅταν γένηται  πιστεύσητε  ὅτι ἐγώ εἰμι.  

13:20 ἀμὴν ἀμὴν  λέγω ὑμῖν,  ὁ λαμβάνων  ἐάν τινα πέμψω,  ἐμὲ λαμβάνει,  ὁ δὲ ἐμὲ λαμβάνων  λαμβάνει  τὸν πέμψαντά με.  

13:21 Ταῦτα εἰπὼν ὁ ᾿Ιησοῦς  ἐταράχθη τῷ πνεύματι,  καὶ ἐμαρτύρησε  καὶ εἶπεν·  ἀμὴν ἀμὴν λέγω ὑμῖν  ὅτι εἷς ἐξ ὑμῶν  παραδώσει με.  

13:22 ἔβλεπον οὖν  εἰς ἀλλήλους  οἱ μαθηταί,  ἀπορούμενοι  περὶ τίνος λέγει.  

13:23 ἦν δὲ ἀνακείμενος  εἷς  ἐκ τῶν μαθητῶν αὐτοῦ  ἐν τῷ κόλπῳ  τοῦ ᾿Ιησοῦ,  ὃν ἠγάπα ὁ ᾿Ιησοῦς·  

13:24 νεύει οὖν  τούτῳ  Σίμων Πέτρος  πυθέσθαι  τίς ἂν εἴη  περὶ οὗ λέγει.  

13:25 ἐπιπεσὼν δὲ ἐκεῖνος  ἐπὶ τὸ στῆθος  τοῦ ᾿Ιησοῦ  λέγει αὐτῷ·  Κύριε,  τίς ἐστιν;  

13:26 ἀποκρίνεται ὁ ᾿Ιησοῦς·  ἐκεῖνός ἐστιν  ᾧ  ἐγὼ βάψας  τὸ ψωμίον  ἐπιδώσω.  καὶ ἐμβάψας  τὸ ψωμίον  δίδωσιν ᾿Ιούδᾳ Σίμωνος ᾿Ισκαριώτῃ.  

13:27 καὶ μετὰ  τὸ ψωμίον  τότε εἰσῆλθεν  εἰς ἐκεῖνον  ὁ σατανᾶς.  λέγει οὖν  αὐτῷ  ὁ ᾿Ιησοῦς·  ὃ ποιεῖς,  ποίησον τάχιον.  

13:28 τοῦτο δὲ  οὐδεὶς ἔγνω  τῶν ἀνακειμένων  πρὸς τί εἶπεν αὐτῷ·  

13:29 τινὲς γὰρ  ἐδόκουν,  ἐπεὶ τὸ γλωσσόκομον  εἶχεν ὁ ᾿Ιούδας,  ὅτι λέγει  αὐτῷ  ὁ ᾿Ιησοῦς,  ἀγόρασον  ὧν χρείαν ἔχομεν  εἰς τὴν ἑορτήν,  ἢ τοῖς πτωχοῖς  ἵνα τι δῷ.  

13:30 λαβὼν οὖν  τὸ ψωμίον  ἐκεῖνος  εὐθέως ἐξῆλθεν·  ἦν δὲ νύξ.  

13:31 ῞Οτε οὖν ἐξῆλθε,  λέγει ὁ ᾿Ιησοῦς·  νῦν ἐδοξάσθη  ὁ υἱὸς τοῦ ἀνθρώπου,  καὶ ὁ Θεὸς  ἐδοξάσθη  ἐν αὐτῷ.  

13:32 εἰ ὁ Θεὸς ἐδοξάσθη  ἐν αὐτῷ,  καὶ ὁ Θεὸς  δοξάσει αὐτὸν  ἐν ἑαυτῷ,  καὶ εὐθὺς δοξάσει αὐτόν.  

13:33 τεκνία,  ἔτι μικρὸν  μεθ᾽ ὑμῶν εἰμι.  ζητήσετέ με,  καὶ καθὼς εἶπον  τοῖς ᾿Ιουδαίοις  ὅτι ὅπου ὑπάγω ἐγώ,  ὑμεῖς οὐ δύνασθε  ἐλθεῖν,  καὶ ὑμῖν  λέγω ἄρτι.  

13:34 ἐντολὴν καινὴν  δίδωμι ὑμῖν  ἵνα ἀγαπᾶτε  ἀλλήλους,  καθὼς ἠγάπησα ὑμᾶς  ἵνα καὶ ὑμεῖς  ἀγαπᾶτε ἀλλήλους.  

13:35 ἐν τούτῳ  γνώσονται πάντες  ὅτι ἐμοὶ μαθηταί ἐστε,  ἐὰν ἀγάπην  ἔχητε  ἐν ἀλλήλοις.  

13:36 λέγει αὐτῷ Σίμων Πέτρος·  Κύριε,  ποῦ ὑπάγεις;  ἀπεκρίθη αὐτῷ ὁ ᾿Ιησοῦς·  ὅπου ἐγὼ ὑπάγω,  οὐ δύνασαί μοι νῦν ἀκολουθῆσαι,  ὕστερον δὲ  ἀκολουθήσεις μοι.  

13:37 λέγει  αὐτῷ  ὁ Πέτρος·  Κύριε,  διατί  οὐ δύναμαί σοι ἀκολουθῆσαι  ἄρτι;  τὴν ψυχήν μου  ὑπὲρ σοῦ  θήσω.  

13:38 ἀπεκρίθη αὐτῷ  ὁ ᾿Ιησοῦς·  τὴν ψυχήν σου  ὑπὲρ ἐμοῦ  θήσεις!  ἀμὴν ἀμὴν λέγω σοι,  οὐ μὴ ἀλέκτωρ φωνήσει  ἕως  οὗ ἀπαρνήσῃ με  τρίς.