chapter 14


The Way, the Truth, and the Life - The Father Revealed - The Answered Prayer - Jesus Promises Another Helper - Indwelling of the Father and the Son - The Gift of His Peace








Κατά Ιωάννην,  κεφάλαιον 14ο  

14:1 Μὴ ταρασσέσθω  ὑμῶν ἡ καρδία·  πιστεύετε  εἰς τὸν Θεόν,  καὶ εἰς ἐμὲ  πιστεύετε.  

14:2 ἐν τῇ οἰκίᾳ  τοῦ πατρός μου  μοναὶ πολλαί εἰσιν·  εἰ δὲ μή,  εἶπον ἂν ὑμῖν·  πορεύομαι  ἑτοιμάσαι  τόπον ὑμῖν·  

14:3 καὶ ἐὰν πορευθῶ  καὶ ἑτοιμάσω ὑμῖν τόπον,  πάλιν ἔρχομαι  καὶ παραλήψομαι ὑμᾶς  πρὸς ἐμαυτόν,  ἵνα ὅπου εἰμὶ ἐγώ,  καὶ ὑμεῖς ἦτε.  

14:4 καὶ ὅπου  ἐγὼ ὑπάγω  οἴδατε,  καὶ τὴν ὁδὸν  οἴδατε.  

14:5 Λέγει αὐτῷ Θωμᾶς·  Κύριε,  οὐκ οἴδαμεν  ποῦ ὑπάγεις·  καὶ πῶς δυνάμεθα  τὴν ὁδὸν εἰδέναι;  

14:6 λέγει  αὐτῷ  ὁ ᾿Ιησοῦς·  ἐγώ εἰμι ἡ ὁδὸς  καὶ ἡ ἀλήθεια  καὶ ἡ ζωή·  οὐδεὶς ἔρχεται  πρὸς τὸν πατέρα  εἰ μὴ δι᾽ ἐμοῦ.  

14:7 εἰ ἐγνώκειτέ με,  καὶ τὸν πατέρα μου  ἐγνώκειτε ἄν.  καὶ ἀπ᾽ ἄρτι  γινώσκετε αὐτὸν  καὶ ἑωράκατε αὐτόν.  

14:8 Λέγει αὐτῷ Φίλιππος·  Κύριε,  δεῖξον ἡμῖν  τὸν πατέρα  καὶ ἀρκεῖ ἡμῖν.  

14:9 λέγει  αὐτῷ  ὁ ᾿Ιησοῦς·  τοσοῦτον χρόνον  μεθ᾽ ὑμῶν  εἰμι,  καὶ οὐκ ἔγνωκάς με,  Φίλιππε;  ὁ ἑωρακὼς ἐμὲ  ἑώρακε τὸν πατέρα·  καὶ πῶς σὺ λέγεις,  δεῖξον ἡμῖν  τὸν πατέρα;  

14:10 οὐ πιστεύεις  ὅτι ἐγὼ  ἐν τῷ πατρὶ  καὶ ὁ πατὴρ  ἐν ἐμοί  ἐστι;  τὰ ῥήματα  ἃ ἐγὼ λαλῶ ὑμῖν,  ἀπ᾽ ἐμαυτοῦ οὐ λαλῶ·  ὁ δὲ πατὴρ  ὁ ἐν ἐμοὶ μένων  αὐτὸς  ποιεῖ  τὰ ἔργα.  

14:11 πιστεύετέ μοι  ὅτι ἐγὼ  ἐν τῷ πατρὶ  καὶ ὁ πατὴρ  ἐν ἐμοί·  εἰ δὲ μή,  διὰ τὰ ἔργα αὐτὰ  πιστεύετέ μοι.  

14:12 ἀμὴν ἀμὴν  λέγω ὑμῖν,  ὁ πιστεύων  εἰς ἐμέ,  τὰ ἔργα  ἃ ἐγὼ ποιῶ  κἀκεῖνος ποιήσει,  καὶ μείζονα τούτων  ποιήσει,  ὅτι ἐγὼ  πρὸς τὸν πατέρα μου  πορεύομαι,  

14:13 καὶ ὅ τι  ἂν αἰτήσητε  ἐν τῷ ὀνόματί μου,  τοῦτο ποιήσω,  ἵνα δοξασθῇ  ὁ πατὴρ  ἐν τῷ υἱῷ.  

14:14 ἐάν τι αἰτήσητε  ἐν τῷ ὀνόματί μου,  ἐγὼ ποιήσω.  

14:15 ᾿Εὰν ἀγαπᾶτέ με,  τὰς ἐντολὰς τὰς ἐμὰς τηρήσατε,  

14:16 καὶ ἐγὼ ἐρωτήσω  τὸν πατέρα  καὶ ἄλλον παράκλητον  δώσει ὑμῖν,  ἵνα μένῃ  μεθ᾽ ὑμῶν  εἰς τὸν αἰῶνα,  

14:17 τὸ Πνεῦμα  τῆς ἀληθείας,  ὃ ὁ κόσμος  οὐ δύναται  λαβεῖν,  ὅτι  οὐ θεωρεῖ αὐτὸ  οὐδὲ γινώσκει αὐτό·  ὑμεῖς δὲ  γινώσκετε αὐτό,  ὅτι παρ᾽ ὑμῖν μένει  καὶ ἐν ὑμῖν ἔσται.  

14:18 οὐκ ἀφήσω  ὑμᾶς  ὀρφανούς·  ἔρχομαι  πρὸς ὑμᾶς.  

14:19 ἔτι μικρὸν  καὶ ὁ κόσμος  με οὐκέτι θεωρεῖ,  ὑμεῖς δὲ θεωρεῖτέ με,  ὅτι ἐγὼ ζῶ  καὶ ὑμεῖς ζήσεσθε.  

14:20 ἐν ἐκείνῃ τῇ ἡμέρᾳ  γνώσεσθε ὑμεῖς  ὅτι ἐγὼ  ἐν τῷ πατρί μου  καὶ ὑμεῖς  ἐν ἐμοὶ  κἀγὼ ἐν ὑμῖν.  

14:21 ὁ ἔχων τὰς ἐντολάς μου  καὶ τηρῶν αὐτάς,  ἐκεῖνός ἐστιν  ὁ ἀγαπῶν με·  ὁ δὲ ἀγαπῶν με  ἀγαπηθήσεται  ὑπὸ τοῦ πατρός μου,  καὶ ἐγὼ ἀγαπήσω αὐτὸν  καὶ ἐμφανίσω αὐτῷ  ἐμαυτόν.  

14:22 Λέγει αὐτῷ ᾿Ιούδας,  οὐχ ὁ ᾿Ισκαριώτης·  Κύριε,  καὶ τί γέγονεν  ὅτι ἡμῖν μέλλεις  ἐμφανίζειν σεαυτὸν  καὶ οὐχὶ  τῷ κόσμῳ;  

14:23 ἀπεκρίθη ᾿Ιησοῦς  καὶ εἶπεν αὐτῷ·  ἐάν τις  ἀγαπᾷ με,  τὸν λόγον μου τηρήσει,  καὶ ὁ πατήρ μου  ἀγαπήσει αὐτόν,  καὶ πρὸς αὐτὸν  ἐλευσόμεθα  καὶ μονὴν  παρ᾽ αὐτῷ  ποιήσομεν.  

14:24 ὁ μὴ ἀγαπῶν με  τοὺς λόγους μου  οὐ τηρεῖ·  καὶ ὁ λόγος  ὃν ἀκούετε  οὐκ ἔστιν  ἐμός,  ἀλλὰ τοῦ πέμψαντός με πατρός.  

14:25 Ταῦτα λελάληκα ὑμῖν  παρ᾽ ὑμῖν μένων·  

14:26 ὁ δὲ παράκλητος,  τὸ Πνεῦμα τὸ ῞Αγιον  ὃ πέμψει ὁ πατὴρ  ἐν τῷ ὀνόματί μου,  ἐκεῖνος ὑμᾶς διδάξει  πάντα  καὶ ὑπομνήσει ὑμᾶς  πάντα  ἃ εἶπον  ὑμῖν.  

14:27 Εἰρήνην  ἀφίημι  ὑμῖν,  εἰρήνην τὴν ἐμὴν  δίδωμι  ὑμῖν·  οὐ καθὼς  ὁ κόσμος  δίδωσιν,  ἐγὼ δίδωμι ὑμῖν.  μὴ ταρασσέσθω  ὑμῶν ἡ καρδία  μηδὲ δειλιάτω.  

14:28 ἠκούσατε  ὅτι ἐγὼ εἶπον ὑμῖν,  ὑπάγω  καὶ ἔρχομαι  πρὸς ὑμᾶς·  εἰ ἠγαπᾶτέ με,  ἐχάρητε ἂν ὅτι εἶπον,  πορεύομαι  πρὸς τὸν πατέρα·  ὅτι ὁ πατήρ μου  μείζων μού ἐστι·  

14:29 καὶ νῦν εἴρηκα ὑμῖν  πρὶν γενέσθαι,  ἵνα ὅταν γένηται  πιστεύσητε.  

14:30 οὐκέτι πολλὰ λαλήσω  μεθ᾽ ὑμῶν·  ἔρχεται γὰρ  ὁ τοῦ κόσμου ἄρχων,  καὶ ἐν ἐμοὶ  οὐκ ἔχει οὐδέν·  

14:31 ἀλλ᾽ ἵνα γνῷ ὁ κόσμος  ὅτι ἀγαπῶ  τὸν πατέρα,  καὶ καθὼς ἐνετείλατό μοι ὁ πατήρ,  οὕτω ποιῶ.  ἐγείρεσθε,  ἄγωμεν  ἐντεῦθεν.