chapter 15


The True Vine - Love and Joy Perfected - The World’s Hatred - The Coming Rejection








Κατά Ιωάννην,  κεφάλαιον 15ο  

15:1 Ἐγώ εἰμι  ἡ ἄμπελος  ἡ ἀληθινή,  καὶ ὁ πατήρ μου  ὁ γεωργός ἐστι.  

15:2 πᾶν κλῆμα  ἐν ἐμοὶ  μὴ φέρον καρπόν,  αἴρει αὐτό,  καὶ πᾶν  τὸ καρπὸν φέρον,  καθαίρει αὐτό,  ἵνα πλείονα καρπὸν φέρῃ.  

15:3 ἤδη ὑμεῖς  καθαροί ἐστε  διὰ τὸν λόγον  ὃν λελάληκα ὑμῖν.  

15:4 μείνατε  ἐν ἐμοί,  κἀγὼ ἐν ὑμῖν.  καθὼς τὸ κλῆμα  οὐ δύναται  καρπὸν φέρειν  ἀφ᾽ ἑαυτοῦ,  ἐὰν μὴ μείνῃ  ἐν τῇ ἀμπέλῳ,  οὕτως οὐδὲ ὑμεῖς,  ἐὰν μὴ ἐν ἐμοὶ μείνητε.  

15:5 ἐγώ εἰμι  ἡ ἄμπελος,  ὑμεῖς τὰ κλήματα.  ὁ μένων ἐν ἐμοὶ  κἀγὼ ἐν αὐτῷ,  οὗτος φέρει  καρπὸν πολύν,  ὅτι χωρὶς ἐμοῦ  οὐ δύνασθε  ποιεῖν οὐδέν.  

15:6 ἐὰν μή τις μείνῃ  ἐν ἐμοί,  ἐβλήθη ἔξω  ὡς τὸ κλῆμα  καὶ ἐξηράνθη,  καὶ συνάγουσιν αὐτὰ  καὶ εἰς τὸ πῦρ βάλλουσι,  καὶ καίεται.  

15:7 ἐὰν μείνητε  ἐν ἐμοὶ  καὶ τὰ ῥήματά μου  ἐν ὑμῖν μείνῃ,  ὃ ἐὰν θέλητε  αἰτήσασθε,  καὶ γενήσεται ὑμῖν.  

15:8 ἐν τούτῳ  ἐδοξάσθη  ὁ πατήρ μου,  ἵνα  καρπὸν πολὺν  φέρητε,  καὶ γενήσεσθε  ἐμοὶ μαθηταί.  

15:9 καθὼς  ἠγάπησέ με  ὁ πατήρ,  κἀγὼ  ἠγάπησα  ὑμᾶς·  μείνατε  ἐν τῇ ἀγάπῃ  τῇ ἐμῇ.  

15:10 ἐὰν  τὰς ἐντολάς μου τηρήσητε,  μενεῖτε  ἐν τῇ ἀγάπῃ μου,  καθὼς ἐγὼ  τὰς ἐντολὰς  τοῦ πατρός μου  τετήρηκα  καὶ μένω  αὐτοῦ ἐν τῇ ἀγάπῃ.  

15:11 Ταῦτα  λελάληκα ὑμῖν  ἵνα  ἡ χαρὰ ἡ ἐμὴ  ἐν ὑμῖν μείνῃ  καὶ ἡ χαρὰ ὑμῶν  πληρωθῇ.  

15:12 αὕτη ἐστὶν  ἡ ἐντολὴ ἡ ἐμή,  ἵνα  ἀγαπᾶτε ἀλλήλους  καθὼς ἠγάπησα ὑμᾶς.  

15:13 μείζονα ταύτης  ἀγάπην  οὐδεὶς ἔχει,  ἵνα τις  τὴν ψυχὴν αὐτοῦ  θῇ  ὑπὲρ τῶν φίλων αὐτοῦ.  

15:14 ὑμεῖς  φίλοι μού ἐστε,  ἐὰν ποιῆτε  ὅσα  ἐγὼ ἐντέλλομαι ὑμῖν.  

15:15 οὐκέτι ὑμᾶς λέγω δούλους,  ὅτι ὁ δοῦλος  οὐκ οἶδε  τί ποιεῖ  αὐτοῦ ὁ κύριος·  ὑμᾶς δὲ  εἴρηκα φίλους,  ὅτι πάντα  ἃ ἤκουσα  παρὰ τοῦ πατρός μου  ἐγνώρισα ὑμῖν.  

15:16 οὐχ ὑμεῖς με ἐξελέξασθε,  ἀλλ᾽ ἐγὼ ἐξελεξάμην ὑμᾶς,  καὶ ἔθηκα ὑμᾶς  ἵνα ὑμεῖς ὑπάγητε  καὶ καρπὸν φέρητε,  καὶ ὁ καρπὸς ὑμῶν  μένῃ,  ἵνα ὅ τι ἂν αἰτήσητε  τὸν πατέρα  ἐν τῷ ὀνόματί μου,  δῷ ὑμῖν.  

15:17 ταῦτα ἐντέλλομαι ὑμῖν,  ἵνα ἀγαπᾶτε ἀλλήλους.  

15:18 Εἰ ὁ κόσμος  ὑμᾶς μισεῖ,  γινώσκετε  ὅτι ἐμὲ  πρῶτον ὑμῶν  μεμίσηκεν.  

15:19 εἰ  ἐκ τοῦ κόσμου  ἦτε,  ὁ κόσμος  ἂν τὸ ἴδιον  ἐφίλει·  ὅτι δὲ  ἐκ τοῦ κόσμου  οὐκ ἐστέ,  ἀλλ᾽ ἐγὼ  ἐξελεξάμην ὑμᾶς  ἐκ τοῦ κόσμου,  διὰ τοῦτο  μισεῖ ὑμᾶς  ὁ κόσμος.  

15:20 μνημονεύετε  τοῦ λόγου  οὗ ἐγὼ εἶπον ὑμῖν·  οὐκ ἔστι δοῦλος  μείζων  τοῦ κυρίου αὐτοῦ.  εἰ ἐμὲ ἐδίωξαν,  καὶ ὑμᾶς διώξουσιν·  εἰ τὸν λόγον μου  ἐτήρησαν,  καὶ τὸν ὑμέτερον  τηρήσουσιν.  

15:21 ἀλλὰ ταῦτα πάντα  ποιήσουσιν ὑμῖν  διὰ τὸ ὄνομά μου,  ὅτι οὐκ οἴδασι  τὸν πέμψαντά με.  

15:22 εἰ μὴ ἦλθον  καὶ ἐλάλησα αὐτοῖς,  ἁμαρτίαν οὐκ εἶχον·  νῦν δὲ πρόφασιν  οὐκ ἔχουσι  περὶ τῆς ἁμαρτίας αὐτῶν.  

15:23 ὁ ἐμὲ μισῶν  καὶ τὸν πατέρα μου μισεῖ.  

15:24 εἰ τὰ ἔργα  μὴ ἐποίησα  ἐν αὐτοῖς  ἃ οὐδεὶς ἄλλος  πεποίηκεν,  ἁμαρτίαν οὐκ εἶχον·  νῦν δὲ  καὶ ἑωράκασι  καὶ μεμισήκασι  καὶ ἐμὲ  καὶ τὸν πατέρα μου.  

15:25 ἀλλ᾽ ἵνα πληρωθῇ  ὁ λόγος  ὁ γεγραμμένος  ἐν τῷ νόμῳ αὐτῶν,  ὅτι ἐμίσησάν με  δωρεάν.  

15:26 ὅταν δὲ ἔλθῃ  ὁ παράκλητος  ὃν ἐγὼ πέμψω  ὑμῖν  παρὰ τοῦ πατρός,  τὸ Πνεῦμα  τῆς ἀληθείας  ὃ  παρὰ τοῦ πατρὸς  ἐκπορεύεται,  ἐκεῖνος  μαρτυρήσει  περὶ ἐμοῦ·  

15:27 καὶ ὑμεῖς δὲ  μαρτυρεῖτε,  ὅτι ἀπ᾽ ἀρχῆς  μετ᾽ ἐμοῦ ἐστε.