chapter 19


The Soldiers Mock Jesus - Pilate’s Decision - The King on a Cross - Behold Your Mother - It Is Finished - Jesus’ Side Is Pierced - Jesus Buried in Joseph’s Tomb








Κατά Ιωάννην,  κεφάλαιον 19ο  

19:1 Τότε οὖν  ἔλαβεν ὁ Πιλᾶτος  τὸν ᾿Ιησοῦν  καὶ ἐμαστίγωσε.  

19:2 καὶ οἱ στρατιῶται  πλέξαντες  στέφανον  ἐξ ἀκανθῶν  ἐπέθηκαν  αὐτοῦ τῇ κεφαλῇ,  καὶ ἱμάτιον πορφυροῦν  περιέβαλον αὐτὸν  καὶ ἔλεγον·  

19:3 χαῖρε  ὁ βασιλεὺς  τῶν ᾿Ιουδαίων·  καὶ ἐδίδουν  αὐτῷ  ῥαπίσματα.  

19:4 ἐξῆλθεν οὖν  πάλιν  ἔξω  ὁ Πιλᾶτος  καὶ λέγει αὐτοῖς·  ἴδε  ἄγω ὑμῖν αὐτὸν  ἔξω,  ἵνα γνῶτε  ὅτι ἐν αὐτῷ  οὐδεμίαν  αἰτίαν  εὑρίσκω.  

19:5 ἐξῆλθεν οὖν  ὁ ᾿Ιησοῦς  ἔξω  φορῶν  τὸν ἀκάνθινον στέφανον  καὶ τὸ πορφυροῦν ἱμάτιον,  καὶ λέγει αὐτοῖς·  

19:6 ἴδε  ὁ ἄνθρωπος.  ὅτε οὖν εἶδον αὐτὸν  οἱ ἀρχιερεῖς  καὶ οἱ ὑπηρέται,  ἐκραύγασαν  λέγοντες·  σταύρωσον  σταύρωσον αὐτόν.  λέγει αὐτοῖς ὁ Πιλᾶτος·  λάβετε αὐτὸν ὑμεῖς  καὶ σταυρώσατε·  ἐγὼ γὰρ οὐχ εὑρίσκω  ἐν αὐτῷ  αἰτίαν.  

19:7 ἀπεκρίθησαν αὐτῷ  οἱ ᾿Ιουδαῖοι·  ἡμεῖς νόμον ἔχομεν,  καὶ κατὰ τὸν νόμον ἡμῶν  ὀφείλει  ἀποθανεῖν,  ὅτι ἑαυτὸν  Θεοῦ υἱὸν ἐποίησεν.  

19:8 ῞Οτε οὖν ἤκουσεν ὁ Πιλᾶτος  τοῦτον τὸν λόγον,  μᾶλλον ἐφοβήθη,  

19:9 καὶ εἰσῆλθεν  εἰς τὸ πραιτώριον  πάλιν  καὶ λέγει  τῷ ᾿Ιησοῦ·  πόθεν εἶ σύ;  ὁ δὲ ᾿Ιησοῦς  ἀπόκρισιν  οὐκ ἔδωκεν αὐτῷ.  

19:10 λέγει οὖν αὐτῷ ὁ Πιλᾶτος·  ἐμοὶ  οὐ λαλεῖς;  οὐκ οἶδας  ὅτι ἐξουσίαν ἔχω  σταυρῶσαί σε  καὶ ἐξουσίαν ἔχω  ἀπολῦσαί σε;  

19:11 ἀπεκρίθη ᾿Ιησοῦς·  οὐκ εἶχες ἐξουσίαν οὐδεμίαν  κατ᾽ ἐμοῦ,  εἰ μὴ ἦν σοι δεδομένον  ἄνωθεν·  διὰ τοῦτο  ὁ παραδιδούς μέ σοι  μείζονα ἁμαρτίαν ἔχει.  

19:12 ἐκ τούτου  ἐζήτει ὁ Πιλᾶτος  ἀπολῦσαι αὐτόν·  οἱ δὲ ᾿Ιουδαῖοι  ἔκραζον  λέγοντες·  ἐὰν τοῦτον ἀπολύσῃς,  οὐκ εἶ φίλος  τοῦ Καίσαρος.  πᾶς ὁ  βασιλέα ἑαυτὸν ποιῶν  ἀντιλέγει τῷ Καίσαρι.  

19:13 ὁ οὖν Πιλᾶτος  ἀκούσας  τοῦτον τὸν λόγον  ἤγαγεν ἔξω  τὸν ᾿Ιησοῦν,  καὶ ἐκάθισεν  ἐπὶ τοῦ βήματος  εἰς τόπον  λεγόμενον  Λιθόστρωτον,  Ἑβραϊστὶ δὲ  Γαββαθᾶ·  

19:14 ἦν δὲ παρασκευὴ  τοῦ πάσχα,  ὥρα δὲ ὡσεὶ ἕκτη·  καὶ λέγει  τοῖς ᾿Ιουδαίοις·  ἴδε  ὁ βασιλεὺς ὑμῶν.  

19:15 οἱ δὲ ἐκραύγασαν·  ἆρον ἆρον,  σταύρωσον αὐτόν.  λέγει αὐτοῖς ὁ Πιλᾶτος·  τὸν βασιλέα ὑμῶν  σταυρώσω;  ἀπεκρίθησαν οἱ ἀρχιερεῖς·  οὐκ ἔχομεν βασιλέα  εἰ μὴ Καίσαρα.  

19:16 τότε οὖν  παρέδωκεν αὐτὸν  αὐτοῖς  ἵνα σταυρωθῇ.  

19:17 Παρέλαβον δὲ  τὸν ᾿Ιησοῦν  καὶ ἤγαγον·  καὶ βαστάζων  τὸν σταυρὸν αὐτοῦ  ἐξῆλθεν  εἰς τὸν λεγόμενον  κρανίου τόπον,  ὃς λέγεται  Ἑβραϊστὶ  Γολγοθᾶ,  

19:18 ὅπου  αὐτὸν ἐσταύρωσαν,  καὶ μετ᾽ αὐτοῦ  ἄλλους δύο  ἐντεῦθεν καὶ ἐντεῦθεν,  μέσον δὲ  τὸν ᾿Ιησοῦν.  

19:19 ἔγραψε δὲ  καὶ τίτλον  ὁ Πιλᾶτος  καὶ ἔθηκεν  ἐπὶ τοῦ σταυροῦ·  ἦν δὲ γεγραμμένον·  ᾿Ιησοῦς ὁ Ναζωραῖος  ὁ βασιλεὺς τῶν ᾿Ιουδαίων.  

19:20 τοῦτον οὖν τὸν τίτλον  πολλοὶ ἀνέγνωσαν  τῶν ᾿Ιουδαίων,  ὅτι ἐγγὺς ἦν τῆς πόλεως  ὁ τόπος  ὅπου ἐσταυρώθη ὁ ᾿Ιησοῦς·  καὶ ἦν γεγραμμένον  ῾Εβραϊστί,  ῾Ελληνιστί,  ῾Ρωμαϊστί.  

19:21 ἔλεγον οὖν  τῷ Πιλάτῳ  οἱ ἀρχιερεῖς  τῶν ᾿Ιουδαίων·  μὴ γράφε,  ὁ βασιλεὺς  τῶν ᾿Ιουδαίων,  ἀλλ᾽ ὅτι  ἐκεῖνος εἶπε,  βασιλεύς εἰμι  τῶν ᾿Ιουδαίων.  

19:22 ἀπεκρίθη ὁ Πιλᾶτος·  ὃ γέγραφα,  γέγραφα.  

19:23 Οἱ οὖν στρατιῶται ὅτε  ἐσταύρωσαν  τὸν ᾿Ιησοῦν,  ἔλαβον τὰ ἱμάτια αὐτοῦ  καὶ ἐποίησαν  τέσσαρα μέρη,  ἑκάστῳ στρατιώτῃ μέρος,  καὶ τὸν χιτῶνα·  ἦν δὲ ὁ χιτὼν ἄρραφος,  ἐκ τῶν ἄνωθεν  ὑφαντὸς δι᾽ ὅλου.  

19:24 εἶπον οὖν  πρὸς ἀλλήλους·  μὴ σχίσωμεν αὐτόν,  ἀλλὰ λάχωμεν  περὶ αὐτοῦ  τίνος ἔσται·  ἵνα ἡ γραφὴ  πληρωθῇ  ἡ λέγουσα·  διεμερίσαντο  τὰ ἱμάτιά μου  ἑαυτοῖς,  καὶ ἐπὶ τὸν ἱματισμόν μου  ἔβαλον κλῆρον.  

19:25 Οἱ μὲν οὖν στρατιῶται  ταῦτα ἐποίησαν.  εἱστήκεισαν δὲ  παρὰ τῷ σταυρῷ  τοῦ ᾿Ιησοῦ  ἡ μήτηρ αὐτοῦ  καὶ ἡ ἀδελφὴ  τῆς μητρὸς αὐτοῦ,  Μαρία ἡ τοῦ Κλωπᾶ  καὶ Μαρία ἡ Μαγδαληνή.  

19:26 ᾿Ιησοῦς οὖν  ἰδὼν  τὴν μητέρα  καὶ τὸν μαθητὴν  παρεστῶτα  ὃν ἠγάπα,  λέγει  τῇ μητρὶ αὐτοῦ·  γύναι,  ἴδε ὁ υἱός σου.  

19:27 εἶτα λέγει  τῷ μαθητῇ·  ἰδοὺ ἡ μήτηρ σου.  καὶ ἀπ᾽ ἐκείνης τῆς ὥρας  ἔλαβεν ὁ μαθητὴς αὐτὴν  εἰς τὰ ἴδια.  

19:28 Μετὰ τοῦτο  εἰδὼς  ὁ ᾿Ιησοῦς  ὅτι πάντα  ἤδη τετέλεσται,  ἵνα τελειωθῇ  ἡ γραφή,  λέγει·  διψῶ.  

19:29 σκεῦος οὖν  ἔκειτο  ὄξους μεστόν·  οἱ δὲ πλήσαντες  σπόγγον  ὄξους  καὶ ὑσσώπῳ  περιθέντες  προσήνεγκαν  αὐτοῦ τῷ στόματι.  

19:30 ὅτε οὖν  ἔλαβε τὸ ὄξος  ὁ ᾿Ιησοῦς εἶπε,  τετέλεσται,  καὶ κλίνας  τὴν κεφαλὴν  παρέδωκε  τὸ πνεῦμα.  

19:31 Οἱ οὖν ᾿Ιουδαῖοι,  ἵνα μὴ μείνῃ  ἐπὶ τοῦ σταυροῦ  τὰ σώματα  ἐν τῷ σαββάτῳ,  ἐπεὶ παρασκευὴ ἦν·  ἦν γὰρ  μεγάλη ἡ ἡμέρα  ἐκείνου τοῦ σαββάτου·  ἠρώτησαν  τὸν Πιλᾶτον  ἵνα κατεαγῶσιν  αὐτῶν τὰ σκέλη,  καὶ ἀρθῶσιν.  

19:32 ἦλθον οὖν οἱ στρατιῶται,  καὶ τοῦ μὲν πρώτου  κατέαξαν  τὰ σκέλη  καὶ τοῦ ἄλλου  τοῦ συσταυρωθέντος  αὐτῷ·  

19:33 ἐπὶ δὲ τὸν ᾿Ιησοῦν  ἐλθόντες  ὡς εἶδον αὐτὸν  ἤδη  τεθνηκότα,  οὐ κατέαξαν  αὐτοῦ τὰ σκέλη,  

19:34 ἀλλ᾽ εἷς  τῶν στρατιωτῶν  λόγχῃ  αὐτοῦ τὴν πλευρὰν  ἔνυξε,  καὶ εὐθέως  ἐξῆλθεν αἷμα  καὶ ὕδωρ.  

19:35 καὶ ὁ ἑωρακὼς  μεμαρτύρηκε,  καὶ ἀληθινὴ  αὐτοῦ ἐστιν  ἡ μαρτυρία,  κἀκεῖνος οἶδεν  ὅτι ἀληθῆ λέγει,  ἵνα καὶ ὑμεῖς  πιστεύσητε.  

19:36 ἐγένετο γὰρ  ταῦτα,  ἵνα ἡ γραφὴ  πληρωθῇ,  ὀστοῦν  οὐ συντριβήσεται  αὐτοῦ.  

19:37 καὶ πάλιν  ἑτέρα γραφὴ  λέγει·  ὄψονται  εἰς ὃν  ἐξεκέντησαν.  

19:38 Μετὰ δὲ ταῦτα  ἠρώτησε τὸν Πιλᾶτον  ᾿Ιωσὴφ ὁ ἀπὸ ᾿Αριμαθαίας,  ὢν μαθητὴς τοῦ ᾿Ιησοῦ,  κεκρυμμένος δὲ  διὰ τὸν φόβον  τῶν ᾿Ιουδαίων,  ἵνα ἄρῃ  τὸ σῶμα τοῦ ᾿Ιησοῦ·  καὶ ἐπέτρεψεν ὁ Πιλᾶτος.  ἦλθεν οὖν  καὶ ἦρε  τὸ σῶμα  τοῦ ᾿Ιησοῦ.  

19:39 ἦλθε δὲ καὶ Νικόδημος  ὁ ἐλθὼν  πρὸς τὸν ᾿Ιησοῦν  νυκτὸς τὸ πρῶτον,  φέρων  μῖγμα σμύρνης  καὶ ἀλόης  ὡς λίτρας ἑκατόν.  

19:40 ἔλαβον οὖν  τὸ σῶμα  τοῦ ᾿Ιησοῦ  καὶ ἔδησαν αὐτὸ  ἐν ὀθονίοις  μετὰ τῶν ἀρωμάτων,  καθὼς ἔθος ἐστὶ  τοῖς ᾿Ιουδαίοις  ἐνταφιάζειν.  

19:41 ἦν δὲ  ἐν τῷ τόπῳ  ὅπου ἐσταυρώθη  κῆπος,  καὶ ἐν τῷ κήπῳ  μνημεῖον καινόν,  ἐν ᾧ  οὐδέπω  οὐδεὶς  ἐτέθη·  

19:42 ἐκεῖ οὖν  διὰ τὴν παρασκευὴν  τῶν ᾿Ιουδαίων,  ὅτι ἐγγὺς ἦν  τὸ μνημεῖον,  ἔθηκαν  τὸν ᾿Ιησοῦν.