chapter 21


Breakfast by the Sea - Jesus Restores Peter - The Beloved Disciple and His Book








Κατά Ιωάννην,  κεφάλαιον 21ο  

21:1 Μετὰ ταῦτα  ἐφανέρωσεν ἑαυτὸν  πάλιν  ὁ ᾿Ιησοῦς  τοῖς μαθηταῖς  ἐπὶ τῆς θαλάσσης  τῆς Τιβεριάδος·  ἐφανέρωσε δὲ οὕτως.  

21:2 ἦσαν ὁμοῦ  Σίμων Πέτρος,  καὶ Θωμᾶς  ὁ λεγόμενος Δίδυμος,  καὶ Ναθαναὴλ  ὁ ἀπὸ Κανᾶ  τῆς Γαλιλαίας,  καὶ οἱ τοῦ Ζεβεδαίου,  καὶ ἄλλοι  ἐκ τῶν μαθητῶν αὐτοῦ  δύο.  

21:3 λέγει αὐτοῖς  Σίμων Πέτρος·  ὑπάγω  ἁλιεύειν.  λέγουσιν αὐτῷ·  ἐρχόμεθα καὶ ἡμεῖς  σὺν σοί.  ἐξῆλθον  καὶ ἐνέβησαν  εἰς τὸ πλοῖον  εὐθύς,  καὶ ἐν ἐκείνῃ τῇ νυκτὶ  ἐπίασαν  οὐδέν.  

21:4 πρωΐας δὲ  ἤδη  γενομένης  ἔστη ὁ ᾿Ιησοῦς  εἰς τὸν αἰγιαλόν·  οὐ μέντοι ᾔδεισαν  οἱ μαθηταὶ  ὅτι ᾿Ιησοῦς ἐστι.  

21:5 λέγει οὖν  αὐτοῖς  ὁ ᾿Ιησοῦς·  παιδία,  μή τι προσφάγιον ἔχετε;  ἀπεκρίθησαν  αὐτῷ·  οὔ.  

21:6 ὁ δὲ  εἶπεν  αὐτοῖς·  βάλετε  εἰς τὰ δεξιὰ μέρη  τοῦ πλοίου  τὸ δίκτυον,  καὶ εὑρήσετε.  ἔβαλον οὖν,  καὶ οὐκέτι αὐτὸ ἑλκύσαι ἴσχυσαν  ἀπὸ τοῦ πλήθους  τῶν ἰχθύων.  

21:7 λέγει οὖν  ὁ μαθητὴς ἐκεῖνος,  ὃν ἠγάπα  ὁ ᾿Ιησοῦς,  τῷ Πέτρῳ·  ὁ Κύριός ἐστι.  Σίμων οὖν Πέτρος  ἀκούσας ὅτι  ὁ Κύριός ἐστι,  τὸν ἐπενδύτην  διεζώσατο·  ἦν γὰρ γυμνός·  καὶ ἔβαλεν  ἑαυτὸν  εἰς τὴν θάλασσαν·  

21:8 οἱ δὲ ἄλλοι μαθηταὶ  τῷ πλοιαρίῳ  ἦλθον·  οὐ γὰρ ἦσαν  μακρὰν  ἀπὸ τῆς γῆς,  ἀλλ᾽ ὡς ἀπὸ πηχῶν  διακοσίων,  σύροντες  τὸ δίκτυον  τῶν ἰχθύων.  

21:9 ὡς οὖν ἀπέβησαν  εἰς τὴν γῆν,  βλέπουσιν  ἀνθρακιὰν  κειμένην  καὶ ὀψάριον ἐπικείμενον  καὶ ἄρτον.  

21:10 λέγει  αὐτοῖς  ὁ ᾿Ιησοῦς·  ἐνέγκατε  ἀπὸ τῶν ὀψαρίων  ὧν ἐπιάσατε νῦν.  

21:11 ἀνέβη  Σίμων Πέτρος  καὶ εἵλκυσε  τὸ δίκτυον  ἐπὶ τῆς γῆς,  μεστὸν  ἰχθύων μεγάλων  ἑκατὸν πεντήκοντα τριῶν·  καὶ τοσούτων ὄντων  οὐκ ἐσχίσθη τὸ δίκτυον.  

21:12 λέγει αὐτοῖς  ὁ ᾿Ιησοῦς·  δεῦτε ἀριστήσατε.  οὐδεὶς δὲ ἐτόλμα  τῶν μαθητῶν  ἐξετάσαι αὐτὸν  σὺ τίς εἶ,  εἰδότες  ὅτι ὁ Κύριός  ἐστιν.  

21:13 ἔρχεται οὖν  ὁ ᾿Ιησοῦς  καὶ λαμβάνει  τὸν ἄρτον  καὶ δίδωσιν αὐτοῖς,  καὶ τὸ ὀψάριον  ὁμοίως.  

21:14 Τοῦτο ἤδη τρίτον  ἐφανερώθη ὁ ᾿Ιησοῦς  τοῖς μαθηταῖς αὐτοῦ  ἐγερθεὶς  ἐκ νεκρῶν.  

21:15 ῞Οτε οὖν  ἠρίστησαν,  λέγει  τῷ Σίμωνι Πέτρῳ  ὁ ᾿Ιησοῦς·  Σίμων ᾿Ιωνᾶ,  ἀγαπᾷς με  πλεῖον  τούτων;  λέγει αὐτῷ·  ναί, Κύριε,  σὺ οἶδας  ὅτι φιλῶ σε.  λέγει αὐτῷ·  βόσκε  τὰ ἀρνία μου.  

21:16 λέγει αὐτῷ  πάλιν  δεύτερον·  Σίμων ᾿Ιωνᾶ,  ἀγαπᾷς με;  λέγει αὐτῷ·  ναί, Κύριε,  σὺ οἶδας  ὅτι φιλῶ σε.  λέγει αὐτῷ·  ποίμαινε  τὰ πρόβατά μου.  

21:17 λέγει αὐτῷ  τὸ τρίτον·  Σίμων ᾿Ιωνᾶ,  φιλεῖς με;  ἐλυπήθη ὁ Πέτρος  ὅτι εἶπεν αὐτῷ  τὸ τρίτον,  φιλεῖς με,  καὶ εἶπεν αὐτῷ·  Κύριε,  σὺ πάντα οἶδας,  σὺ γινώσκεις  ὅτι φιλῶ σε.  λέγει αὐτῷ  ὁ ᾿Ιησοῦς·  βόσκε  τὰ πρόβατά μου.  

21:18 ἀμὴν ἀμὴν λέγω σοι,  ὅτε ἦς  νεώτερος,  ἐζώννυες σεαυτὸν  καὶ περιεπάτεις  ὅπου ἤθελες·  ὅταν δὲ γηράσῃς,  ἐκτενεῖς  τὰς χεῖράς σου,  καὶ ἄλλος  σε ζώσει,  καὶ οἴσει  ὅπου  οὐ θέλεις.  

21:19 τοῦτο δὲ εἶπε  σημαίνων  ποίῳ θανάτῳ  δοξάσει  τὸν Θεόν.  καὶ τοῦτο  εἰπὼν  λέγει αὐτῷ·  ἀκολούθει μοι.  

21:20 ἐπιστραφεὶς δὲ  ὁ Πέτρος  βλέπει τὸν μαθητὴν  ὃν ἠγάπα ὁ ᾿Ιησοῦς  ἀκολουθοῦντα,  ὃς καὶ ἀνέπεσεν  ἐν τῷ δείπνῳ  ἐπὶ τὸ στῆθος αὐτοῦ  καὶ εἶπε·  Κύριε,  τίς ἐστιν  ὁ παραδιδούς σε;  

21:21 τοῦτον  ἰδὼν  ὁ Πέτρος  λέγει τῷ ᾿Ιησοῦ·  Κύριε,  οὗτος δὲ τί;  

21:22 λέγει αὐτῷ  ὁ ᾿Ιησοῦς·  ἐὰν αὐτὸν  θέλω  μένειν  ἕως ἔρχομαι,  τί πρὸς σέ;  σὺ ἀκολούθει μοι.  

21:23 ἐξῆλθεν οὖν  ὁ λόγος οὗτος  εἰς τοὺς ἀδελφοὺς  ὅτι ὁ μαθητὴς ἐκεῖνος  οὐκ ἀποθνήσκει·  καὶ οὐκ εἶπεν αὐτῷ  ὁ ᾿Ιησοῦς  ὅτι οὐκ ἀποθνήσκει,  ἀλλ᾽ ἐὰν αὐτὸν  θέλω  μένειν  ἕως ἔρχομαι,  τί πρὸς σέ;  

21:24 Οὗτός ἐστιν  ὁ μαθητὴς  ὁ μαρτυρῶν  περὶ τούτων  καὶ γράψας ταῦτα,  καὶ οἴδαμεν  ὅτι ἀληθής ἐστιν  ἡ μαρτυρία αὐτοῦ.  

21:25 ἔστι δὲ  καὶ ἄλλα πολλὰ  ὅσα ἐποίησεν ὁ ᾿Ιησοῦς,  ἅτινα  ἐὰν γράφηται  καθ᾽ ἕν,  οὐδὲ αὐτὸν οἶμαι τὸν κόσμον  χωρῆσαι  τὰ γραφόμενα  βιβλία.  ἀμήν.